New Testament Patristic Citations

Acts: ed. Gunnar Büsch, Nikolai Kiel, Holger Strutwolf
Mark: ed. Nikolai Kiel, Holger Strutwolf, David Vasquez
Revelatio: ed. Martin Karrer, Nicola Seliger, Marcus Sigismund
Programming Volker Krüger

Link: 10260
NT Reference: Mark 15:28/4-20
Author: Thdrt
Writing: CIs
Edition: SC 315, 162,189
Chapter:17,53,12
CPG: 6204
Text:
Ἀνθ’ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ. Ἡ γὰρ νομιζομένη τοῦ πάθους ἀτιμία αὕτη τὸ παρὰ πάντων αὐτῶν προσοίσει σέβας. Καὶ ἐν τοῖς (ἀν)όμοις ἐλογίσθη. Οὐ γὰρ μόνον τὴν τοῖς παρανόμοις ἀπονενεμημένην ὑπέμεινε τιμωρίαν ἀλλὰ (καὶ μ)ετὰ λῃστῶν ἐσταυρώθη. Τοῦτο δὲ καὶ ὁ εὐαγγελιστὴς τέθεικεν· εἰρηκὼς γὰρ ὅτι συνεσταύρωσαν αὐτῷ (δύ)ο λῃστάς, ἔφη πληρωθῆναι τὴν γραφὴν τὴν λέγουσαν· «Καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη.» Καὶ αὐτὸς ἁ(μα)ρτίας πολλῶν ἀνήνεγκε καὶ διὰ τὰς ἀνομίας αὐτῶν παρεδόθη. Ὁ δὲ Σύμμαχος οὕτως· «Αὐτὸς δὲ ἁ[μα]ρτίας πολλῶν ἀνέλαβε καὶ τοῖς ἀθετοῦσιν ἀντέστη», οὕτω δὲ καὶ οἱ Λοιποί. Ἐκεῖνοι μέν φησι τοῖς [ἀν]όμοις αὐτὸν συνέζευξαν λῃσταῖς, αὐτὸς δὲ τὰς ἁπάντων ἁμαρτίας εἰς ἑαυτὸν ἀναλαβὼν τὸ πάθος ὑπέμεινε, τοῖς ἀθετήσασιν ἀνθιστάμενος δαίμοσιν.
Key:
Underline Citation
Bold Change
Italic Different word order
(OM) Omission
<...> Addition
Parallels:
Jes 53,12: διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλοὺς καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα, ἀνθ’ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη· καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκεν καὶ διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόθη. Vgl. Lk 22,37: λέγω γὰρ ὑμῖν ὅτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τὸ Καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ τὸ περὶ ἐμοῦ τέλος ἔχει.
Previous reference:Jes 53,12
Apparatus notes:None
       
© INTF 2025