New Testament Patristic Citations

Acts: ed. Gunnar Büsch, Nikolai Kiel, Holger Strutwolf
Mark: ed. Nikolai Kiel, Holger Strutwolf, David Vasquez
Revelatio: ed. Martin Karrer, Nicola Seliger, Marcus Sigismund
Programming Volker Krüger

Link: 10436
NT Reference: Mark 16:9/12-30
Author: MacMag
Writing: Ap
Edition: Goulet, 36,20
Chapter:II,24,2
CPG: 6115
Text:
τίνος χάριν ὁ Ἰησοῦς, μετὰ τὸ παθεῖν αὐτόν, ὥς φατε, καὶ ἀναστῆναι, οὐκ ἐμφανίζεται Πιλάτῳ τῷ κολάσαντι αὐτὸν καὶ λέγοντι μηδὲν ἄξιον πεπραχέναι θανάτου, ἢ Ἡρώδῃ τῷ τῶν Ἰουδαίων βασιλεῖ, ἢ τῷ ἀρχιερεῖ τῆς Ἰουδαϊκῆς φατρίας, ἢ πολλοῖς ἅμα καὶ ἀξιοπίστοις καὶ μάλιστα Ῥωμαίων τῇ τε βουλῇ καὶ τῷ δήμῳ, ἵνα τὰ κατ’ αὐτὸν θαυμάσαντες μὴ δόγματι κοινῷ καταψηφίσωνται θάνατον ὡς ἀσεβῶν τῶν πειθόμενων αὐτῷ· ἀλλ’ ἐμφανίζει (OM) τῇ Μαγδαληνῇ Μαρί⸢ᾳ⸣, γυναικὶ χυδαίᾳ καὶ ἀπὸ κωμυδρίου λυπροτάτου τινὸς ὁρμωμέν⸢ῃ⸣ καὶ ὑπὸ ἑπτὰ δαιμόνων κατασχεθείσῃ ποτὲ, μετ’ ἐκείνης δὲ καὶ ἄλλῃ Μαρί⸢ᾳ⸣ ἀφανεστάτῳ καὶ αὐτῷ γυναίῳ κωμητικῷ, καὶ ἄλλοις ὀλίγοις οὐ σφόδρα ἐπισήμοις, καίτοι, φάσκοντος Ματθαίου, τῷ ἀρχιερεῖ τῶν Ἰουδαίων προείρηκ⸢ε⸣· «Ἀπάρτι, λέγων, ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐν δεξιᾷ τῆς δυνάμεως καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν».
Key:
Underline Citation
Bold Change
Italic Different word order
(OM) Omission
<...> Addition
Variants:
Μαρί⸢ᾳ Blondel: Μαρία A; ὁρμωμένῃ Harnack2: ὡρμωμένῃ in textu (ex errore?) Blondel Harnack1 ὁρμωμένην vel ὡρμωμένην corr. Blondel (in Corrigendis, p. 228);
Parallels:
Lk 8,2: καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν, Μαρία ἡ καλουμένη Μαγδαληνή, ἀφ’ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει.
Previous reference:vgl. Joh 18,38par
Next reference:vgl. Mt 28,1-10
Apparatus notes:None
       
© INTF 2025