| Text: |
Πάλιν ὁ μακάριος Μάρκος, καθεὶς ἑαυτὸν εἰς τὸ Εὐαγγέλιον, καὶ θαρσήσας τοῖς προγεγυμνασμένοις, λέγει μὲν Υἱὸν Θεοῦ, ἀλλ᾽ εὐθέως συνέστειλε τὸν λόγον, καὶ ἐκολόβωσε τὴν ἔννοιαν, ἵνα μαλάξῃ τὸν ἀκροατήν. Ἐπάγει οὖν εὐθέως τὰ κατὰ τὸν βαπτιστὴν λέγων, Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ· Καθὼς γέγραπται ἐν (OM) Ἠσαΐᾳ τῷ προφήτῃ· Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου <ἔμπροσθέν σου>. Ἕδειξε τὴν λαμπάδα τῆς ἀληθείας, καὶ εὐθέως ἀπέκρυψε. |
| Parallels: | Vgl. Mt 11,10: οὗτός ἐστιν περὶ οὗ γέγραπται, Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου;
Vgl. Lk 7,27: οὗτός ἐστιν περὶ οὗ γέγραπται, Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. |