| Text: |
Σὺ δὲ τὸν σωτῆρα λέοντα πολλάκις ἀκούων καὶ τὸν καθ’ ἡμῶν ἐχθρὸν ὠρυόμενον ὑπὸ τῆς αὐτῆς δηλούμενον κλήσεως, σκώληκά τε πάλιν τὸν δημιουργὸν τῆς ὁρατῆς τε καὶ ἀοράτου κτίσεως (‘ἐγὼ γάρ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπου καὶ ἐξουθένημα λαοῦ’), ἀλλὰ καὶ ‘ὁ σκώληξ αὐτῶν’ (τιμωρίας τοῦτο βαρυτάτης εἶδος) ‘οὐ τελευτήσει’, ὡς ἐν ἐκείνοις σοφὸς ἐγένου διαιτᾶν, καὶ τὸν μὲν τῶν λεόντων εἰς τὴν εἰκόνα
μεθέλκεις τοῦ δεσπότου, τὸν δὲ τῷ ἀρχεκάκῳ θηρίῳ προσαρμόζεις, καὶ δὴ καὶ τὸν σκώληκα νῦν μὲν ἐπὶ τῆς ἀσπόρου καὶ ἀχράντου καὶ ἀγεωργήτου σαρκὸς τοῦ σωτῆρος ἐκλαμβάνειν, νῦν δὲ τὸ πικρὸν καὶ ἀπαραίτητον τῆς κολάσεως σημαίνειν οὐκ ἐρυθριᾷς νομίζειν, οὕτως καὶ ἐπὶ τῶν εὐαγγελικῶν παιδίων τῇ συνήθει χρώμενος θεοσοφίᾳ καὶ ἑκάστῳ νέμων καὶ ἀπομερίζων τὸ οἰκεῖον οὐδὲν οὔτε ἀσαφὲς οὔτε δυσπαρακολούθητον εὑρήσεις. |
| Parallels: | Mk 9,48: ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται.
Jes 66,24: ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί. |