| Link: | 11426 | ||||||||||
| NT Reference: | Mark 9:44/2-22 | ||||||||||
| Author: | Bas | ||||||||||
| Writing: | AscM | ||||||||||
| Edition: | PG 31, 1264,C10 | ||||||||||
| Chapter: | 2,267 | ||||||||||
| CPG: | 2875 | ||||||||||
| Text: | ΕΡΩΤΗΣΙΣ ΣΞΖʹ.
Εἰ ὁ μέν τις δαρήσεται πολλὰς, ὁ δὲ ὀλίγας· πῶς λέγουσί τινες μὴ εἶναι τέλος τῆς κολάσεως;
ΑΠΟΚΡΙΣΙΣ.
Τὰ ἀμφίβολα καὶ ἐπικεκαλυμμένως εἰρῆσθαι δοκοῦντα ἔν τισι τόποις τῆς θεοπνεύστου Γραφῆς ὑπὸ τῶν ἐν ἄλλοις τόποις ὁμολογουμένων σαφηνίζεται. Τοῦ οὖν Κυρίου ποτὲ μὲν ἀποφαινομένου, ὅτι ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, ποτὲ δὲ ἐκπέμποντός τινας εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· καὶ ἄλλοτε ὀνομάζοντος γέενναν πυρὸς, καὶ ἐπιφέροντος, Ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται· καὶ ἔτι πάλαι διὰ τοῦ προφήτου περί τινων προειρηκότος, ὅτι Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται· τούτων καὶ τῶν τοιούτων πολλαχοῦ τῆς θεοπνεύστου Γραφῆς κειμένων, ἓν καὶ τοῦτο τῆς μεθοδείας τοῦ διαβόλου, τὸ τοὺς πολλοὺς τῶν ἀνθρώπων, ὥσπερ ἐπιλαθομένους τῶν τοσούτων καὶ τοιούτων τοῦ Κυρίου ῥημάτων καὶ ἀποφάσεων, τέλος κολάσεως εἰς τὸ μᾶλλον κατατολμᾷν τῆς ἁμαρτίας ἑαυτοῖς ὑπογράφειν. |
||||||||||
| Key: |
|
||||||||||
| Variants: | Antiqui tres libri praeter Voss. σκώληξ αὐτῶν. Vox ultima in editis desiderabatur. | ||||||||||
| Parallels: | Mk 9,48: ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται·
Vgl. Jes 66,24: καὶ ἐξελεύσονται καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβεβηκότων ἐν ἐμοί· ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί. | ||||||||||
| Previous reference: | Lk 12,47; Mt 25,46; Mt 25,41 | ||||||||||
| Next reference: | Jes 66,24 | ||||||||||
| Apparatus notes: | None |
|
|