New Testament Patristic Citations

Acts: ed. Gunnar Büsch, Nikolai Kiel, Holger Strutwolf
Mark: ed. Nikolai Kiel, Holger Strutwolf, David Vasquez
Revelatio: ed. Martin Karrer, Nicola Seliger, Marcus Sigismund
Programming Volker Krüger

Link: 11429
NT Reference: Mark 9:44/4-22
Author: AnastS
Writing: Qu
Edition: CCSG 59, 148,18
Chapter:93,2
CPG: 7746
Text:
Καὶ γὰρ ἐπ’ ἴσης κεῖται καὶ ἐπὶ τῶν δικαίων καὶ ἐπὶ τῶν ἁμαρτωλῶν τὸ αἰώνιον, ὅτι οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς κόλασιν αἰώνιον. (2.) Ὁμοίως πάλιν φησὶν ὁ Κύριος περὶ τῶν ἐν τῇ Γεέννῃ καταδικαζομένων, ὅτι Ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται. Καὶ ἡ παραβολὴ δὲ ἡ κατὰ τὸν πλούσιον καὶ τὸν Λάζαρον, καὶ ἡ τῶν δέκα παρθένων, τὸ ἀτελεύτητον τῆς κολάσεως δηλοῖ. Ὡσαύτως καὶ τὸ περὶ τοῦ Ἰούδα εἰρημένον, ὅτι Καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη, τὴν αἰώνιον μηνύει κόλασιν, ἐπεὶ εἰ χρόνους τινὰς ἤμελλεν κολασθῆναι, μετὰ δὲ ταῦτα ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν εἰς αἰῶνας εἰσελθεῖν, οὐκ ἦν αὐτῷ καλὸν εἰ οὐκ ἐγεννήθη. Καὶ πῶς λέγει ἡ Γραφή, ὅτι Οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σοῦ τοῦ Θεοῦ, ἐν δὲ τῷ ᾍδῃ τίς ἐξομολογήσεταί σοι; Ἐνθάδε μνήμη Θεοῦ οὐκ ἔστιν, οὐδὲ ἐξομολόγησις, εὔδηλον ὅτι οὐδὲ ἀπόλυσις.
Key:
Underline Citation
Bold Change
Italic Different word order
(OM) Omission
<...> Addition
Variants:
αὐτῶν praem. ἐξ D; πῦρ add. αὐτῶν Md;
Parallels:
Mk 9,48: ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται· Vgl. Jes 66,24: καὶ ἐξελεύσονται καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβεβηκότων ἐν ἐμοί· ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί.
Previous reference:Mt 25,46
Next reference:vgl. Lk 16,19-31; vgl. Mt 25,1-13; Mt 26,24; Ps 6,6
Apparatus notes:None
       
© INTF 2025