| Text: |
ἐρώτησις· Εἰ ὅπου μὲν λέγει δαρήσεται πολλάς, ὅπου δὲ ὀλίγας, πῶς λέγουσι τινὲς μὴ εἶναι τέλος τῆς κολάσεως τοῖς κολαζομένοις; ἀπόκρισις· Τὰ ἀμφίβολα καὶ ἐπικεκαλυμμένως εἰρῆσθαι δοκοῦντα ἔν τισι τόποις τῆς θεοπνεύστου γραφῆς ὑπὸ τῶν ἄλλων ἐν ἄλλοις ὁμολογουμένων σαφηνίζεται. τοῦ οὖν κυρίου ἀποφηναμένου ὅτι ἀπελεύσονται οὖτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον, ποτὲ δὲ ἐκπέμποντος εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῶι διαβόλωι καὶ τοῖς ἀγγέλοις αὐτοῦ καὶ ἄλλοτε ὀνομάζοντος γέενναν πυρὸς καὶ ἐπιφέροντος ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται, καὶ ἔτι πάλαι διὰ τοῦ προφήτου περί τινων προειρηκότος ὅτι ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει καὶ τὸ πῦρ οὐ σβεσθήσεται, τούτων καὶ τῶν τοιούτων πολλάκις ὑπὸ τῆς θεοπνεύστου γραφῆς λεγομένων, ἓν καὶ τοῦτο τῆς μεθοδείας τοῦ διαβόλου τὸ τοὺς πολλοὺς τῶν ἀνθρώπων ὥσπερ ἐπιλαθομένους τῶν τοσούτων καὶ τοιούτων τοῦ κυρίου ἀποφάσεων τέλος κατατολμᾶν κολάσεων τῆς ἁμαρτίας εἰς τὸ μέλλον ἑαυτοῖς ὑπογράφειν. εἰ γὰρ τῆς αἰωνίου κολάσεως ἔσται ποτὲ τέλος, ἕξει πάντως καὶ ἡ αἰώνιος ζωὴ τέλος· εἰ δὲ ἐπὶ τῆς ζωῆς οὐχ οὕτως νοῆσαι τὸ ῥητὸν καταδεχόμεθα, ποῖον ἔχει λόγον τῆι κολάσει τῆι αἰωνίωι τέλος διδόναι; ἡ γὰρ τοῦ αἰωνίου προσθήκη ἐφ’ ἑκατέρων ἐπ’ ἴσης κεῖται· ἀπελεύσονται γάρ φησιν, οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον. |
| Parallels: | Mk 9,48: ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται·
Vgl. Jes 66,24: καὶ ἐξελεύσονται καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβεβηκότων ἐν ἐμοί· ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί. |