New Testament Patristic Citations

Acts: ed. Gunnar Büsch, Nikolai Kiel, Holger Strutwolf
Mark: ed. Nikolai Kiel, Holger Strutwolf, David Vasquez
Revelatio: ed. Martin Karrer, Nicola Seliger, Marcus Sigismund
Programming Volker Krüger

Link: 11703
NT Reference: Mark 1:2/2-32
Author: GermC
Writing: HistEccl
Edition: Brightman 389,10
Chapter:44
CPG: 8023
Text:
Ματθαῖος δὲ τὴν κατὰ ἄνθρωπον αὐτοῦ γέννησιν διηγεῖται <λέγων>· Βίβλος γενέσεως, ἀνθρωπόμορφον οὖν τὸ εὐαγγέλιον τοῦτο· Μάρκος <δὲ> ἀπὸ τοῦ προφητικοῦ Πνεύματος τοῦ ἐξ ὕψους ἐπίοντος τοῖς ἀνθρώποις τὴν ἀρχὴν ἐποιήσατο λέγων Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ· ὡς γέγραπται ἐν τοῖς προφήταις Ἰδοὺ <ἐγὼ> ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, τὴν πτερωτικὴν εἰκόνα τοῦ εὐαγγελίου διὰ τούτων δεικνύς. 45. τὸ κατασφραγίσαι τὸν ἀρχιερέα τὸν λαὸν ὑποδεικνύει τὴν μέλλουσαν <Χριστοῦ> παρουσίαν ἐν τῷ ἑξακισχιλιοστῷ <πεντηκοσιοστῷ> ἔτει μέλλειν ἔσεσθαι διὰ τῆς ψηφῖδος τῶν δακτύλων ἐμφαινούσης ἑξακισχιλιοστὸν πεντακοσιοστόν.
Key:
Underline Citation
Bold Change
Italic Different word order
(OM) Omission
<...> Addition
Parallels:
Vgl. Mt 11,10: οὗτός ἐστιν περὶ οὗ γέγραπται, Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. Vgl. Lk 7,27: οὗτός ἐστιν περὶ οὗ γέγραπται, Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.
Previous reference:Mt 1,1; Mk 1,1
Apparatus notes:None
       
© INTF 2025