| Text: |
Οὐαὶ τοιούτοις, οὐαί, ὄντως οὐαί· εἰς γὰρ τὸ πῦρ τὸ ἄσβεστον τῆς γεέννης ἀπορριφήσονται, ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, τῶν γὰρ τοιούτων ὁ σκώληξ (OM) οὐ τελοῦται καὶ τὸ πῦρ <αὐτῶν> οὐ σβεσθήσεται. Ὅπου δέ εἰσιν ἀναγνώσεις καὶ ἑρμηνεῖαι τῶν θείων γραφῶν ἢ ψαλμωδίαι καὶ εὐχαὶ καὶ δάκρυα καὶ στεναγμοὶ καὶ συντριβὴ τῶν καρδιῶν καὶ ἐλεημοσῦναι καὶ σωφροσύνη καὶ πασῶν τῶν ἀρετῶν ἡ κατόρθωσις, ἐκεῖ ἐστὶ τοῦ θεοῦ ἡ χαρὰ καὶ ἑορτὴ καὶ ἡ τῶν ἀγγέλων ἀγαλλίασις καὶ τοῖς ταῦτα ποιοῦσι ἀνοίγεται ἡ βασιλεία τῶν οὐρανῶν, ἵνα εὐφραίνωνται εἰς αἰῶνα αἰῶνος. |
| Parallels: | Mk 9,48: ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται·
Jes 66,24: καὶ ἐξελεύσονται καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβεβηκότων ἐν ἐμοί· ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί. |