| Text: |
Ἀρχὴ γὰρ, φασὶν, τοῦ Εὐαγγελίου Ἰησοῦ Χριστοῦ Υἱοῦ τοῦ Θεοῦ, ὡς γἐγραπται ἐν τοῖς προφήταις. Ἰδοὺ <ἐγὼ> ἀποστέλλω τὸν ἄγγελὀν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδὸν σου <ἔμπροσθέν σου>. Τίς δ` ἀπέστελλε κατασκευάζειν τὴν ὁδὸν τοῦ ἀγαθοῦ Ὑιοῦ καὶ Θεοῦ, εἰ μὴ ὁ ἀγαθὸς Πατὴρ, ὅς τιὰ τῶν ἐν τῷ νόμῳ θεραπόντων αὐτοῦ τὴν μέχρι σαρκὸς καὶ αἵματος τοῦ Ὑιοῦ κένωσιν ἔσεσθαι πολλοῖς χρόνοις προεθέσπιζεν; Ἐπὶ τέλει δὲ τῶν αἰώνων καὶ τὸν ἄγγελον αὐτοῦ τὸν Ἰωάννην ἀπέστελλε λέγοντα· Ἐτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποίειτε τὰς τρίβους αὐτοῦ. |
| Parallels: | Vgl. Mt 11,10: οὗτός ἐστιν περὶ οὗ γέγραπται· ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου,ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.
Vgl. Lk 7,27: οὗτός ἐστιν περὶ οὗ γέγραπται· ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.
Vgl. Ml 3,1 LXX: ἰδοὺ ἐγὼ ἐξαποστέλλω τὸν ἄγγελόν μου, καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου ...
Vgl. Ex 23,20 LXX: Καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ἵνα φυλάξῃ σε ἐν τῇ ὁδῷ ... |