| Text: |
Ἐπιφωσκούσης δὲ τῆς μιᾶς σαββάτων, ἀναστὰς ἐκ νεκρῶν ἐπλήρωσεν ἐκεῖνα, ἃ καὶ πρὸ τοῦ πάθους ἡμῖν προέλεγεν φάσκων, ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου ποιῆσαι ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. <Καὶ> ἀναστὰς <ἐκ νεκρῶν> (OM) πρώτῃ <μὲν> (OM) φανεροῦται (OM) Μαρίᾳ τῇ Μαγδαληνῇ καὶ Μαρίᾳ τῇ Ἰακώβου, εἶτα καὶ Κλεόπᾳ ἐν τῇ ὁδῷ, καὶ μετὰ τοῦτο ἡμῖν τοῖς μαθηταῖς αὐτοῦ, φεύγουσιν μὲν διὰ τὸν φόβον τῶν Ἰουδαίων, λαθραίως δὲ περιεργαζομένοις τὰ κατ’ αὐτόν. Ταῦτα δὲ καὶ ἐν τῷ Εὐαγγελίῳ ἀνεγράφη. |