| Text: |
ἐξηγήσαντο ... ὅτι εἴδομεν τὸν Ἰησοῦν καὶ τοὺς μαθητὰς αὐτοῦ καθεζόμενον εἰς τὸ ὄρος τὸ καλούμενον Μαμίλχ, καὶ ἔλεγεν τοῖς μαθηταῖς αὐτοῦ· πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε (OM) πάσῃ τῇ κτίσει· ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται. σημεῖα δὲ τοῖς πιστεύσασιν ταῦτα παρακολουθήσουσιν· ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσιν, γλώσσαις λαλήσουσιν καιναῖς, ὄφεις ἀροῦσιν, κἂν θανάσιμόν τι πίωσιν οὐ μὴ αὐτοὺς βλάψει, ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσιν καὶ καλῶς ἕξουσιν. ἔτι τοῦ Ἰησοῦ λαλοῦντος πρὸς τοὺς μαθητὰς αὐτοῦ εἴδομεν αὐτὸν ἀναληφθέντα εἰς τὸν οὐρανόν. |