New Testament Patristic Citations

Acts: ed. Gunnar Büsch, Nikolai Kiel, Holger Strutwolf
Mark: ed. Nikolai Kiel, Holger Strutwolf, David Vasquez
Revelatio: ed. Martin Karrer, Nicola Seliger, Marcus Sigismund
Programming Volker Krüger

Link: 12363
NT Reference: Mark 11:26/2-34
Author: AnastS
Writing: Pseud
Edition: PG 59, 566,67
Chapter:12
CPG: 4583
Text:
ἀλλὰ καθὼς εἶπεν ὁ ἀπόστολος Παῦλος, Μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν ἐργαζόμενοι, καὶ τηροῦντες τὴν τοῦ Χριστοῦ ἐντολὴν τὴν λέγουσαν· Ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τὰ παραπτώματα ὑμῶν. Ἐὰν οὖν προσεύχῃ τῷ Θεῷ ἐν ὅλῃ καρδίᾳ, καὶ οὐ χλευάζων καὶ μετεωριζόμενος, τήρησον αὐτοῦ τὴν ἐντολὴν ταύτην, καὶ ἄφες, εἴ τι ἔχεις κατά τινος. Βούλει ἀφεθῆναί σοι τὰ ἴδια παραπτώματα; Ἄφες καὶ σὺ τὰ τοῦ πλησίον. Ἐὰν δὲ σὺ οὐκ ἀφίῃς τὰ τοῦ ἀδελφοῦ παραπτώματα, οὐδὲ τὰ σὰ ἀφήσει ὁ Δεσπότης· εἶπε γὰρ, ὅτι Ἐὰν μὴ ἀφήσητε τοῖς ἀνθρώποις <τὰ παραπτώματα αὐτῶν>, οὐδὲ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ἀφήσει τὰ ὑμέτερα. Καὶ οἴδαμεν πάντες, ὅτι οὐ ψεύδεται· ἀψευδὴς γάρ ἐστι, καὶ πιστὸς ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ. Γίνου οὖν ἕτοιμος προσδεχόμενος καθ’ ἑκάστην ἡμέραν τὸν ἀπαιτοῦντα τὴν ψυχήν σου.
Key:
Underline Citation
Bold Change
Italic Different word order
(OM) Omission
<...> Addition
Parallels:
Mt 6,15: ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις, οὐδὲ ὁ πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν.
Previous reference:Mt 6,14
Apparatus notes:None
       
© INTF 2025