| Link: | 2510 | ||||||||||
| NT Reference: | Acts 20:28/2-54 | ||||||||||
| Author: | Thdrt | ||||||||||
| Writing: | Theol | ||||||||||
| Edition: | PG 75, 1185,B6 | ||||||||||
| Chapter: | Trin 26 | ||||||||||
| CPG: | 6216 | ||||||||||
| Text: | Πάλιν ὁ μακάριος Παῦλος ἐν μὲν τῇ πρὸς Κορινθίους φησίν· «Οὓς ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ, τοὺς μὲν προφήτας καὶ ἀποστόλους, τοὺς δὲ ποιμένας καὶ διδασκάλους καὶ εὐαγγελιστὰς, πρὸς καταρτισμὸν τῶν ἁγίων·» ἐν δὲ Μιλήτῳ συνταττόμενος τοῖς ἀδελφοῖς, καὶ τῆς δοθείσης ἀναμιμνήσκων χάριτος· «Προσέχετε <οὖν> ἑαυτοῖς, φησὶν, καὶ παντὶ τῷ ποιμνίῳ ἐν ᾧ ὑμᾶς ἔθετο τὸ Πνεῦμα τὸ ἅγιον ἐπισκόπους ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Κυρίου, ἣν περιεποιήσατο διὰ τοῦ αἵματος τοῦ ἰδίου.» |
||||||||||
| Key: |
|
||||||||||
| Previous reference: | 1Kor 12,28/Eph 4,11f | ||||||||||
| Apparatus notes: | None |
|
|