New Testament Patristic Citations

Acts: ed. Gunnar Büsch, Nikolai Kiel, Holger Strutwolf
Mark: ed. Nikolai Kiel, Holger Strutwolf, David Vasquez
Revelatio: ed. Martin Karrer, Nicola Seliger, Marcus Sigismund
Programming Volker Krüger

Link: 2672
NT Reference: Acts 20:28/14-40
Author: AmAl
Writing: FrAct
Edition: PG 85, 1581,A11
Chapter:20,28
CPG: 5504
Text:
Ὁρᾶς δύο προσέταξεν· οὔτε γὰρ τὸ ἑτέρους κατορθοῦν μόνον ἔχει κέρδος· “φοβοῦμαι γάρ,” φησι, “μήπως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι·” οὔτε τὸ ἑαυτοῦ ἐπιμελεῖσθαι ἔχει· ὁ γὰρ τοιοῦτος φίλαυτος, καὶ τὸ ἑαυτοῦ ζητεῖ· καὶ τοῦ τὸ τάλαντον καταχώσαντος ἶσος ἐστίν· οὐκ ἐπειδὴ προτιμοτέρα ἡ ἡμετέρα σωτηρία τοῦ ποιμνίου, ἀλλ’ ἐπειδὴ ὅταν ἑαυτοῖς προσέχωμεν, τότε καὶ τὸ ποίμνιον κερδαίνομεν. ἐν ᾧ ὑμᾶς τὸ πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ κυρίου· ἰδοὺ καὶ ἄλλη ἀνάγκη τοῦ Κυρίου ἐστὶν ἡ Ἐκκλησία. Ὁρᾶς παρὰ τοῦ Πνεύματος τὴν χειροτονίαν ἔχετε ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Κυρίου.
Key:
Underline Citation
Bold Change
Italic Different word order
(OM) Omission
<...> Addition
Apparatus notes:None
       
© INTF 2025