New Testament Patristic Citations

Acts: ed. Gunnar Büsch, Nikolai Kiel, Holger Strutwolf
Mark: ed. Nikolai Kiel, Holger Strutwolf, David Vasquez
Revelatio: ed. Martin Karrer, Nicola Seliger, Marcus Sigismund
Programming Volker Krüger

Link: 6834
NT Reference: Acts 9:6/8-30
Author: PsCaes
Writing: Quaest
Edition: GCS 60, 41,8
Chapter:42
CPG: 7482
Text:
Ἄκουε δή, ἀξιάγαστε, αὐθεντικῶς καὶ αὐτοκρατορικῶς τοῦ πνεύματος προστάττοντος καὶ δρῶντος ἴσα τῷ πατρὶ καὶ τῷ υἱῷ. ἀφορίσατε δή μοι τὸν Βαρναβᾶν καὶ Σαῦλον εἰς τὸ ἔργον, ὃ προκέκλημαι αὐτούς, φησιν τοῖς ἀποστόλοις· συμφώνως δὲ τούτῳ ὁ υἱὸς τῷ Παύλῳ φησίν· εἴσελθε εἰς τὴν πόλιν, κἀκεῖ λαληθήσεταί σοι, (OM) τί σε δεῖ ποιεῖν· ἑτέρωθι δέ φασιν αἱ Πράξεις τῶν ἀποστόλων· οὗτοι μὲν ἐκπεμφθέντες ὑπὸ τοῦ πνεύματος κατῆλθον εἰς Σελεύκειαν· ὁμοίως ὁ υἱός φησιν· πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, ὁμοίως οἱ ἀπόστολοι· ἔδοξέν, φησιν, τῷ ἁγίῳ πνεύματι καὶ ἡμῖν μηδὲν ἄλλο ἐπιτίθεσθαι ὑμῖν πλὴν τῶν ἐπ’ ἀνάγκαις· ὁμοίως ὁ Παῦλός φησιν· λέγω δὲ οὐκ ἐγώ, ἀλλ’ ὁ κύριος γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρίζεσθαι· διῆλθόν, φησιν, τὴν Φρυγίαν καὶ Γαλατικὴν χώραν κωλυθέντες ὑπὸ τοῦ πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ.
Key:
Underline Citation
Bold Change
Italic Different word order
(OM) Omission
<...> Addition
Previous reference:Vgl. Mt 3,11; Lk 3,16; Act 13,2
Next reference:Act 13,4; Mt 28,19; Act 15,28; 1Kor 7,10; Act 16,6
Apparatus notes:None
       
© INTF 2025