| Text: |
αἵ τε ἀποστολικαὶ Πράξεις, τοιαῦτα ἅττα διαλεγόμεναι· «Ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός· ἐκάθισέν τε ἐφ’ ἕνα ἕκαστον αὐτῶν καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς·» καὶ πάλιν ἀπὸ τοῦ θεσπεσίου Παύλου· «Καλῶς τὸ Πνεῦμα τὸ ἅγιον ἐλάλησεν πρὸς τοὺς πατέρας ὑμῶν διὰ τοῦ προφήτου.» Αὖθίς τε αὖ. μεταπεμψάμενος ἐν Μιλήτῳ τοὺς Ἐφέσου πρεσβυτέρους, φησίν· «Προσέχετε ἑαυτοῖς, καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Κυρίου, ἣν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος.» |