| Text: |
«Ἰδοὺ νῦν ἐγὼ δεδεμένος τῷ Πνεύματι πορεύομαι·» ὅπερ παραπλήσιον τυγχάνει τοῦ, «Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ·» καὶ πάλιν· «Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Ἀφορίσατέ μοι τὸν Παῦλον καὶ τὸν Βαρνάβαν εἰς τὸ ἔργον, ὃ προσκέκλημαι αὐτούς·» ὅμοιον τῷ, «Ὁ δὲ Κύριος εἶπεν· Εἴσελθε εἰς τὴν πόλιν, κἀκεῖ λαληθήσεταί σοι, (OM) τί σε δεῖ ποιεῖν.» Καὶ πάλιν τῷ Πέτρῳ εἶπεν τὸ Πνεῦμα· «Ἀναστὰς πορεύθητι εἰς τὸν οἶκον Κορνηλίου.» Καὶ δὴ ἐν Ἐπιστολαῖς Παῦλος Τιμοθέῳ γράφει· «Τὸ δὲ Πνεῦμα ῥητῶς λέγει.» Ὅρα οὖν, μὴ μόνον ὅτι διὰ τοῦ τοιούτου ῥήματος ὁ Παῦλος νομοθέτην αὖθις ἀπέφηνεν τὸ Πνεῦμα (τῇ γὰρ λέξει τοῦ «ῥητῶς» καὶ οἱ κοσμικῶς θεσμοθετήσαντες ἐχρήσαντο), ἀλλ’ ὅτι καὶ ἄλλαι μαρτυρίαι τὸ ἴσον τῆς πρὸς τὸν Πατέρα φύσεως, καὶ αὐθεντίας τοῦ ἁγίου Πνεύματος δεικνύουσιν. |
| Previous reference: | Joh 15,16.19; Röm 8,2; Act 10,19f., 8,29, 21,11, 20,22; Phlm 1,1; Act 13,2 |