| Text: |
Γέγραπται γὰρ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων τὸ οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς τὸν ᾅδην οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν, κείμενον ἐν τούτῷ τῷ ψαλμῷ, ἐκ προσώπου εἰρῆσθαι τοῦ σωτῆρος. Ἑρμηνεύων γοῦν Πέτρος ἅμα τοῖς λοιποῖς ἕνδεκα ἀποστόλοις ταῦτά φησι· Δαυὶδ γὰρ λέγει εἰς αὐτόν· προωρώμην τὸν κύριον ἐνώπιόν μου διὰ παντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ· Διὰ τοῦτο ηὐφράνθη ἡ καρδία μου καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου. Ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ’ ἐλπίδι, ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς τὸν ᾅδην οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Ἐγνώρισάς μοι ὁδοὺς ζωῆς, πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου. Ἄνδρες ἀδελφοὶ, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυὶδ, ὅτι καὶ ἐτελεύτησε καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἐστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης. Προφήτης οὖν ὑπάρχων καὶ εἰδὼς, ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ καθίσαι ἐπὶ τοῦ θρόνοῦ αὐτοῦ, προϊδὼν ἐλάλησε περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ ὅτι οὔτε ἐγκατελείφθη εἰς ᾅδην οὔτε ἡ σὰρξ αὐτοῦ εἶδεν διαφθοράν. |