| Text: |
ὃ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων χρήματα πολλὰ καὶ ἀγρούς. περιβλεψάμενος δὲ ὁ Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ· πῶς δυσκόλως οἱ τὰ χρήμα<τα> ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ θεοῦ. οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. πάλιν δὲ ὁ Ἰησοῦς ἀποκριθεὶς λέγει αὐτοῖς· τέκνα, πῶς δύσκολόν ἐστι <τοὺς πεποιθότας ἐπὶ χρήμασιν> εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν· εὐκόλως διὰ τῆς τρυμαλιᾶς τῆς βελόνης κάμηλος εἰσελεύσεται ἢ πλούσιος εἰς τὴν βασιλείαν τοῦ θεοῦ. οἳ δὲ περισσῶς ἐξεπλήσσοντο καὶ ἔλεγον· τίς οὖν δύναται σωθῆναι; ὃ δὲ ἐμβλέψας αὐτοῖς εἶπεν· ὅ τι παρὰ ἀνθρώποις ἀδύνατον, παρὰ θεῷ δυνατόν. ἤρξατο ὁ Πέτρος λέγειν αὐτῷ· ἴδε ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι. ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς [λέγει]· ἀμὴν ὑμῖν λέγω, ὃς ἂν ἀφῇ τὰ ἴδια καὶ γονεῖς καὶ ἀδελφοὺς καὶ χρήματα ἕνεκεν ἐμοῦ καὶ ἕνεκεν τοῦ εὐαγγελίου, ἀπολήψεται ἑκατονταπλασίονα. |