| Text: |
τί δὲ ποιήσωμεν; Ματθαίου μὲν κηρύττοντος ἐν Βηθλεὲμ τὴν Μαριὰμ γεγεννηκέναι, κατά <τε> τὰς παρ’ αὐτῷ γενεαλογίας ἀπὸ Ἀβραὰμ καὶ Δαυὶδ * τὴν ἔνσαρκον Χριστοῦ θεοφάνειαν, ὡς οὐχ εὑρίσκεται ὁ ἅγιος Μάρκος ταῦτα λέγων, ἀλλὰ ἀπὸ τῆς ἐν τῷ Ἰορδάνῃ πραγματείας ποιεῖται τὴν εἰσαγωγὴν τοῦ εὐαγγελίου καί φησιν «ἀρχὴ τοῦ εὐαγγελίου, ὡς γέγραπται ἐν (OM) Ἠσαΐᾳ τῷ προφήτῃ (OM) , φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ», *. οὕτω καὶ τὰ τῷ ἁγίῳ Ἰωάννῃ πεπραγματευμένα καὶ ἐν ἁγίῳ πνεύματι ἠσφαλισμένα τὴν φροντίδα ἔσχεν, οὐ περὶ τῶν ἤδη κεκηρυγμένων πολλάκις μόνον λέγειν, ἀλλὰ περὶ τῶν ἀναγκαίως ὑπὸ τῶν ἄλλων εἰς αὐτὸν κηρυγμάτων καταλειφθέντων. |
| Parallels: | Mt 11,10: οὗτός ἐστιν περὶ οὗ γέγραπται· ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου,
ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.
Vgl. Lk 7,27: οὗτός ἐστιν περὶ οὗ γέγραπται·ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.;
Vgl. Ex 23,20: Καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ἵνα φυλάξῃ σε ἐν τῇ ὁδῷ, ὅπως εἰσαγάγῃ σε εἰς τὴν γῆν, ἣν ἡτοίμασά σοι. (LXX); |