| Text: |
καὶ εἰ μὲν ἓν τῶν εὐαγγελίων ἐμαρτύρει, ἕτερον δὲ ἐσιώπα καὶ καθ᾽ ἑνὸς μόνον ἐγίγνετο ἡ ἀτιμία, οὐκ ἄν ἐσιώπα τὰ ἄλλα εὐαγγέλια, κοινὴν ἀτιμίαν τὴν τοῦ ἑνὸς ἀτιμίαν ἡγούμενα. εἰ δὲ Μάρκος λέγει ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ χριστοῦ καθὼς γέγραπται ἐν (OM) Ἡσαΐα τῷ προφήτῃ, ὁ δὲ Ματθαῖος βίβλος γενέσεως Ἰησοῦ χριστοῦ υἱοῦ Δαυὶδ υἱοῦ Ἁβραάμ, καὶ ὁ μὲν προπάτορα τῆς κατὰ σάρκα γεννήσεως οἶδε τὸν Ἁβραάμ καὶ τιμᾷ τὸν Δαυίδ, ὁ δὲ συνάπτει τὸ εὐαγγέλιον τῷ νόμῳ καὶ τοῦ εὐαγγελίου ἀρχὴν τὸν νόμον νενόηκεν, ἀληθεύει ὁ σωτὴρ λέγων ὁ ὑμᾶς ἀθετῶν ἐμὲ ἀθετεῖ· οὐκέτι γὰρ μέχρι τοῦ νόμου ἵσταται ἡ ἀτιμία, ἀλλ᾽ ἐπ᾽αὐτὸν ἀναβαίνει τὸν σωτῆρα. |