| Text: |
Τοιοῦτόν τι ἡ ψυχὴ πείσεται τότε, τῶν σκωλήκων αὐτῇ περιεστώτων καὶ διατρωγόντων, οὐκ ἐπὶ δύο ἔτεσιν, οὐδὲ ἐπὶ τρισὶν, οὐδὲ ἐπὶ δέκα, οὐδὲ ἐπὶ ἑκατὸν, οὐδὲ ἐπὶ μυρίοις,
ἀλλ’ ἐπὶ ἀτελευτήτοις· Ὁ <γὰρ> σκώληξ αὐτῶν οὐ τελευτήσει, φησί. Φοβηθῶμεν τοίνυν, παρακαλῶ, δείσωμεν τὰ ῥήματα, ἵνα μὴ περιπέσωμεν τοῖς πράγμασι. |
| Parallels: | Jes 66,24: ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί.
Vgl. Mk 9,48: ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται. |